Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. οἷον ἐν Μαραθῶνι: τὰ β΄ μία ἐστὶ περίοδος.

b. τὸ οἷον θαυμαστικῶς. ἀγωνιζόμενος γὰρ ἐν Μαραθῶνι ἔκκριτος γενόμενος ἐκ τῶν ἀγενείων προβὰς ἄνδρας ἐνίκησε.

c. δύναται δὲ τὸ οἷον καὶ ψιλῶς ἀντὶ τοῦ μόνον τὸν ἀγῶνα.

[*]()d. οἷον δ᾿ ἐν Μαραθῶνι συλαθείς: [νῦν τὰ Ἡράκλεια λέγει. τοῦ δὲ οἷον ] διπλῆ ἡ ἐκδοχή. τινὲς γὰρ τὸ -οι- ψιλῶς ἀναγινώσκουσιν, ἵν᾿ ᾖ· μόνον ἐν Μαραθῶνι ἀγενείων ἀγωνισάμενος ἡττήθη· καὶ μετεγγράψας ἑαυτὸν εἰς τοὺς ἄνδρας ἐνίκησεν. ἄτοπον δὲ τοῦτο· οὐ γὰρ ἂν ἐγκωμιάζων περὶ ἥττης ἔμελλε λέγειν. οἱ δὲ θαυμαστικῶς, ὃ καὶ βέλτιον· ὅπως δὲ καὶ οἵως ὑπέμεινεν ἐν Μαραθῶνι ἀγωνιζόμενος πρὸς τοὺς προβεβηκότας ἄνδρας, ἀποσυληθεὶς τῶν [*]() ἀγενείων καὶ ὑπεξελθὼν | καὶ εἰς τοὺς ἄνδρας χωρήσας, ἡνίκα περὶ ἀργυρῶν φιαλῶν προέκειτο ἀγωνίζεσθαι.[*]()

1.299

e. τὰ Ἡράκλεια.

f. τὸ δὲ οἷον θαυμαστικόν. [*]()