Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· ἤτοι μάχαι, ἢ χαραὶ καὶ νῖκαι ἐγένοντο [*]() αὐτῷ ἐν τῷ Ἰσθμῷ· Κορίνθου γὰρ πύλαι ὁ Ἰσθμός.[*]()

ἔπειτα χάρμα: νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ [*]() ἐπὶ τῆς μάχης· οἱ δὲ περὶ Ἴβυκον (fr. 62) καὶ Στησίχορον (fr. 94) χάρμην τὴν ἐπιδορατίδα φασίν.

a. τὰ δὲ καὶ Νεμέας: καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρμοστος [*]() ἐνίκησε· ἐν Ἀθήναις δὲ τὰ Παναθήναια.