Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ξενίᾳ δ᾿ ἀρετᾷ: ὡς οἰκείου ὄντος τοῦ Λαμπρομάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι᾿ ἣν εἶχον προξενίαν πρὸς αὐτόν.

b. τιμάορος δὲ εἷπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος.

[*]()c. προξενίᾳ δ᾿ ἀρετᾷ τ᾿ ἤλυθον: πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι᾿ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. δύναται δὲ καὶ τοῦ Πινδάρου [*]() πρόξενος εἶναι. | ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα [*]() δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος.

d. προξενίᾳ τῇ [*]() φιλίᾳ.

e. τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ

1.297
Λαμπρόμαχος Ἴσθμια.

f. ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια [*]() ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν.