Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐξ οὗ Θέτιος γόνος: ἐξ ἐκείνου, φησὶ, τοῦ χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πολέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ᾿ ἅμα αὐτῷ πολεμεῖν.

[*]()b. ἐξ οὗ Θέτιος γόνος: θαυμάσας, φησὶν, ὁ Ἀχιλλεὺς ἐν τῇ προσβολῇ τὴν βίαν τοῦ Πατρόκλου ἀρχὴν ἔλαβε τοῦ θαυμάζειν, καὶ παρῄνει μηδέποτε χωρὶς τάττεσθαι [*]() τῆς πολεμικῆς αὐτοῦ τάξεως.

c. ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει [*]() αὐτὸν θεράποντα Ἀχιλλέως.

d. Ὅμηρος (Π 89)·

μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις.[*]()

[*]()e. ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε διαπαντὸς παραστάτην.