Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Τεύθραντος: τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ [*]() τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ᾿ ἑαυτοῦ ὠνόμασε τὴν ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος.

b. Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ [*]() Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρόκλου. διὰ τοῦτο· [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου.[*]()

a. ὅτ᾿ ἀλκάεντας: τὸν Μενοίτιον τὸν πατέρα [*]() Πατρόκλου ἀπὸ Αἰγίνης μητρὸς Ἀσωποῦ θυγατρός.

b. θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν

1.294
μόνος Ἀχιλλεὺς καὶ Πάτροκλος ἔμειναν. ὡς ἀνδρείου οὖν νῦν τοῦ γένους μέμνηται.