Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
h. ἄλλως· ὁ μὲν [*]()
i. ἄλλως· τὸ μὲν Ἀρχιλόχου μέλος, ὃ τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα [*]() ἀγωνίσματος. ἐφυμνίῳ δὲ κατεχρῶντο τούτῳ· | τήνελλα καλλίνικε. τῷ οὖν Ἐφαρμόστῳ, φησὶν, ἐπήρκεσε παραχρῆμα κατὰ τὴν Ὀλυμπίαν τοῦτο τὸ μέλος κωμάζοντι σὺν τοῖς [*]() ἑταίροις.
k. τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. οὐ καθόλου δὲ τρὶς, ἀλλ᾿ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ (p. 226 Bernh.) φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ᾿ ὕμνον εἰς Ἡρακλέα· τριπλόον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. [*]() | περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε ὁ αὐλητὴς ἢ ὁ κιθαριστὴς μὴ παρῆν, ὁ ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, ὁ δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ τήνελλα καλλίνικε. ἡ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν· ὦ καλλίνικε χαῖρε ἄναξ Ἡράκλεες.