Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τὸ μὲν Ἀρχιλόχου μέλος: Ἀρχίλοχος ἐλθὼν εἰς Ὀλυμπίαν μέλος ἐποίησεν εἰς Ἡρακλέα ἔχον οὕτως (fr. 119)·

τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο.

b. τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φωνᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ.

e. Ἀρχίλοχος τῷ Ἡρακλεῖ ὕμνον. . . ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως τὸ μέλος ἐμιμήσατο. συντάξας οὖν τοῦτο τὸ κόμμα· τήνελλα, οὕτως τὰ ἑξῆς ἀνεβάλλετο, καὶ αὐτὸς μὲν τὸ μέλος τῆς κιθάρας ἐν μέσῳ τῷ χορῷ ἔλεγε, τὸ τήνελλα, ὁ δὲ χορὸς τὰ ἐπίλοιπα. ἐκ τούτου τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδῶν τούτῳ τῷ κόμματι ἐχρῶντο τῷ τήνελλα. τὸ δὲ ὅλον οὕτως·

τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις.

d. τριπλόον δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ τρὶς ἐλέγετο τοῦτο τὸ κομμάτιον τοῖς νικῶσι. κωμάζει δὲ πρὸς τὸν τοῦ Διὸς βωμὸν ὁ νικήσας μετὰ τῶν φίλων, αὐτὸς τῆς ᾠδῆς ἐξηγούμενος.