Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. Ἀίδα τοι λάθεται: πᾶς γὰρ ἀνὴρ ἁρμόδια

1.261
πράξας τῇ ἑαυτοῦ προαιρέσει Ἅιδου, τουτέστι τοῦ θανάτου, λήθην λαμβάνει· ἤ πού γε τῶν ἁπλῶς κατὰ φύσιν ὀχλούντων οἱονεὶ τὸ φρόνημα· τοιαύτη γὰρ ἡ τῆς φαντασίας εὐπραξία τοῖς εὖ πράττουσιν.

ἀλλ᾿ ἐμὲ χρὴ μναμοσύναν: ἐμὲ τοίνυν χρὴ τὴν [*]() μνήμην ἀνεγείροντα ὥσπερ κοιμηθεῖσαν καὶ σιωπηθεῖσαν λοιπὸν (λέγει δὲ τῶν προγόνων αὐτοῦ, οἵτινές εἰσι Βλεψιάδαι οὕτω καλούμενοι . . .) οὕτω τὸν εἰς αὐτοὺς ὕμνον πληρῶσαι διηγούμενον τὸν τῶν χειρῶν αὐτῶν καρπὸν, ὅ ἐστιν ἡ νίκη· ἀνεγεῖραι δὲ τὴν μνήμην τῶν προγόνων διὰ τῶν τοῦ Ἀλκιμέδοντος νικητηρίων. Βλεψιαδῶν δὲ φυλὴ ἐν Αἰγίνῃ ἀπὸ Βλεψιάδου προγόνου Ἀλκιμέδοντος.[*]()