Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας [*]() ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐτοῦ καταβεβληκότος.

b. ἀπεθήκατο οὖν εἰς τὰ γυῖα [*]() αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν.

c. ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνακομιδή· οὐ γὰρ τὸν κατ᾿ εὐχὴν νόστον ἔχουσιν, ἀλλ᾿ ἀπεχθῆ.

d. ἀπεθήκατο γυίοις: ἀπεθήκατο τοῖς γυίοις τῶν [*]() ἀνταγωνιστῶν τὴν ἰδίαν δύναμιν, τουτέστιν ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἐνίκησε δ΄ καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον.