Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. κεῖνα δὲ κεῖνος ἂν εἴποι: εἴποι δ᾿ ἂν ἀκριβῶς ἐκεῖνα τὰ ἔργα καὶ ἐμπειρότερον ἐκεῖνος ὁ μεμαθηκὼς καὶ τῇ πείρᾳ τὴν διδασκαλίαν ἀκριβώσας, τὰ τῶν ἀγωνισμάτων ἔργα, καὶ ποῖος τρόπος εἰς εὐδοξίαν ἄνδρα ὁδηγῆσαι δύναται ἐκ τῶν ἱερῶν ἀγώνων ποθεινὴν βουλόμενον δόξαν ἀποφέρεσθαι.
[*]()τίς τρόπος ἄνδρα: τίς τρόπος ἐκεῖνον τὸν ἄνδρα προάξει τὸν ἐκ τῶν ἱερῶν ἀθλημάτων μέλλοντα τὴν ποθεινοτάτην φέρεσθαι δόξαν.
[*]()a. νῦν μὲν γὰρ αὐτῷ γέρας: λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ᾿ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύναται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν.
[*]()b. νῦν μὲν αὐτῷ γέρας: τῷ Μελησίᾳ.
c. ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς.