Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. εἰ δ᾿ ἐγὼ Μελησία: εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων [*]() τῶν ἀγενείων ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, μηδὲ εἷς φθόνον μέμψαιτό μου.

b. ἄλλως· εἰ δ᾿ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησίᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλθον ἐπ᾿ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνήσω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος (ρ 14)· ὁ ξεῖνος εἴπερ μάλα μηνίει.

1.256

[*]()c. εἰ δ᾿ ἐγὼ Μελησία: εἰ οὖν καὶ αὐτὸς τῷ Μελησίᾳ τὸν ὕμνον ἐφαρμόζων ἐπὶ τὴν δόξαν αὐτοῦ ἀνέδραμον, ἣν ἔσχεν ἀγωνιζόμενος [ἐξ] ἀγενείων, μηδείς με τοῦ φθόνου τῷ λίθῳ ἀκοντιζέτω, ἀντὶ τοῦ μηδείς με διὰ βασκανίαν [*]() κακῶς ἀγορευέτω. | Μελησίας δὲ ἀπὸ ἀθλητῶν νῦν ἀλείπτης τοῦ Ἀλκιμέδοντος.

d. ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχηκέναι [*]() χάριν καὶ νίκην· | ταύτην δὲ εἴποιμι ἂν ἣν μετὰ ταῦτα εἰς τὴν τῶν ἀνδρῶν μάχην ἐκ τοῦ παγκρατίου ἔσχεν. [*]()

e. ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν.