Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τερπνὸν ἐν ἀνθρώποις: οἷον οὐ πάντες ἐπὶ τοῖς αὐτοῖς χαίρουσιν οὐδὲ τέρπονται· τάχα γὰρ ἂν ὑπό τινων φθονηθείην, εἰ παρεκβὰς τὸν ὕμνον Μελησίαν ἐπαινέσω. πράξω δὲ ὅμως τὸ τοιοῦτον, εἰ καὶ μὴ πᾶσι χαρίζομαι.

1.255

b. σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ᾿ ἓν [*]() παρ᾿ αὐτοῖς ἐστι τερπνόν.

c. τερπνὸν δ᾿ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν: [*]() διάφοροι τῶν παλαιῶν ἐξηγήσεις περὶ τοῦτο γεγόνασι τὸ ῥητόν. οἱ μὲν γὰρ οὕτως· ἐπειδή, φασι, διεχώρισε τοὺς θεοὺς καὶ ἕκαστον ἐπὶ τοὺς ἀρεσκομένους ἤγαγε τόπους, οἰκείως ἐπάγει τὸ κῶλον, ὅτι ἴσως οὐδὲν τερπνόν ἐστι τοῖς πᾶσιν, οὔτε μὴν ἀνθρώποις οὔτε θεοῖς. οἱ δὲ οὕτως· ἐπειδὴ καινοτέρῳ τῷ τρόπῳ τῶν ἐγκωμίων ἐπιβάλλει τρεῖς ἅμα καθ᾿ ἕνα ἐπίνικον ἐγκωμιάσας, φασὶ τὸν Πίνδαρον λέγειν ὑπεραπολογούμενον τοῦ ἐγχειρήματος ταῦτα· οὐδὲν ἴσως τερπνόν ἐστι τοῖς πᾶσιν· εἰ γὰρ ἀηδὲς τοῦτο τοῖς ἄλλοις δοκεῖ, ἀλλ᾿ οὖν ἐμοὶ προσφιλές. | ὡς Ὅμηρος (ξ 228)· [*]()

ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.

d. ἄλλως· οὐχ ὁμοίως ἐπὶ τοῖς αὐτοῖς τέρπονται ἅπαντες· [*]()ἄλλος γὰρ ἄλλο προκρίνει. οὐδὲν δὲ τοῦ νικᾶν τερπνότερον παρὰ τοῖς ἀνθρώποις.