Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ᾿ οὗ δηλοῖ [*]() ὅτι εἰς Λυκίαν ἠπείγετο.

b. ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.

c. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ [*]() τὸ ἔσπευδεν, | εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι [*]() ποταμῷ τῆς Παφλαγονίας· ἵν᾿ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· | ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν [*]() εἰς Σκυθίαν καὶ ἐπὶ τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης.

d. Ξάνθον ἤπειγεν: ἔσπευδεν.

e. ἐκ δὲ τούτου [*]() εἰς Λυκίαν· ἱερὰ γὰρ τῷ θεῷ.

Ἴστρον ἐλαύνων: εἰς Ὑπερβορέους, ἔνθα Ἴστρος [*]() τὰς πηγὰς ἔχει.[*]()

a. ὀρσοτρίαινα: ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς [*]() τὸν Ξάνθον καὶ εἰς τὸν Ἴστρον ἠπείγετο· ὁ δὲ Ποσειδῶν εἰς Ἰσθμὸν ἤλαυνε χωριζόμενος ἐκ τῆς Τροίας καὶ ἀποπέμπων τὸν Αἰακὸν δεῦρο, τουτέστιν εἰς Αἴγιναν. θηλυκῶς τὴν Ἰσθμὸν, ὡς ἐν ἄλλῳ (O. VII, 148 vulg.)

b. ὀρσοτρίαινα δ᾿ ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: κλητικὴ [*]() ἀντὶ εὐθείας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Π 33)· ἱππότα Πηλεύς.

c. ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ

1.254
τοῦ παραθαλασσίου, ὅς ἐστι πλησίον τῆς Κορίνθου, ἠπείγετο [θεάσασθαι].[*]()

[*]()d. ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: ἐπίφορός ἐστι πρὸς τὰ θηλυκὰ, ὡς τὸ ἐν αἰνᾷ Ταρτάρῳ (P. I 15)· ὡς καὶ νῦν τῇ Ἰσθμῷ.[*]()

[*]()a. ἅρμα θοὸν τάνυεν: εἰς δρόμον παρώξυνεν. Ὅμηρος (Π 375)· τανύοντο δὲ μώνυχες ἵπποι.