Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. πρώτοις ἄρξεται καὶ τετράτοις: ἰδίως κατὰ [*]() τὴν φράσιν οὐ τῷ αὐτῷ ἀριθμῷ κέχρηται. ὅτε μὲν γὰρ λέγει

1.252
πρώτοις, οὐ συγκαταριθμεῖται Αἰακὸς, ὅτε δὲ λέγει τετράτοις, συμπεριλαμβάνει καὶ τὸν Αἰακόν. πρῶτοι μὲν οὖν εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας, τρίτος δὲ ὁ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ τοῦ Αἰακοῦ γίνεται τέταρτος. στρατευομένου εἰ δὲ μεθ᾿ Ἡρακλέους ἐπὶ τὸν Λαομέδοντα Πηλεὺς καὶ Τελαμὼν κατὰ τὸν Πίνδαρον, κατὰ δὲ τοὺς ἄλλους μόνος Τελαμών. δεύτεροι δὲ ποιοῦνται στρατείαν μετ᾿ Ἀγαμέμνονος Ἀχιλλεὺς καὶ Αἴας· μετὰ δὲ ταῦτα Νεοπτόλεμος στρατεύσας αἱρεῖ τὴν Ἴλιον. τὸ σημαινόμενον οὖν ἐστι, πρώτοις τοῖς περὶ Πηλέα, τετάρτῳ δὲ τῷ Νεοπτολέμῳ συγκαταριθμουμένου τοῦ Αἰακοῦ.