Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται· [*]() οἷον ἁλώσιμος ἔσται· | ὅμοιον τῷ (λ 115)· οἵ τοι βίοτον [*]() κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρῆσαν οἱ μνηστῆρες ὅτ᾿ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατεδοῦνται κατέδουσιν εἶπε.

φάσμα τὸ φάντασμα καὶ σημεῖον. εἴρηται δὲ παρὰ [*]() τὸ φαίνειν καὶ δηλοῦν.

ἀλλ᾿ ἅμα πρώτοις: συμπεριλαμβάνει καὶ τὸν [*]() Αἰακόν· πρῶτοι γάρ εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας τούτων ὄντες υἱοί· τρίτος δὲ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ καὶ Αἰακοῦ γίνεται τέταρτος. σὺν Ἡρακλεῖ δὲ ἐστράτευσε καὶ Πηλεὺς, οὐ μόνος Τελαμὼν, ὡς καὶ Εὐριπίδης φησὶν ἐν Ἀνδρομάχῃ (796 sqq.) . . . ὅτι μόνος Τελαμών. συγκαταριθμούμενος οὖν τέταρτος Νεοπτόλεμος. πρώτοις οὖν τοῖς περὶ Πηλέα πολεμήσασι, τετάρτοις Νεοπτολέμῳ, συναριθμουμένου καὶ Αἰακοῦ, εἰ καὶ μὴ ἐμαχέσατο.