Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Πέργαμος ἀμφὶ τεαῖς: Πέργαμος, ἡ ἀκρόπολις. [*]() Ὅμηρος (Ε 446)· Περγάμῳ εἰν ἱερῇ.

b. ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς δηλοῖ.

c. ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται· [*]() οἷον ἁλώσιμος ἔσται· | ὅμοιον τῷ (λ 115)· οἵ τοι βίοτον [*]() κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρῆσαν οἱ μνηστῆρες ὅτ᾿ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατεδοῦνται κατέδουσιν εἶπε.