Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἔννεπε δ᾿ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι, [*]()

1.250
ἀλλ᾿ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν.

[*]()b. ἔννεπε δ᾿ ἀντίον ὁρμαίνων: φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς.

c. ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ᾿ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν.

d. ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ[*]() δύο δράκοντες· | ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δράκων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ᾿ ἐκεῖνο τὸ [*]() μέρος· | ὥστε ἀπὸ τῶν τριῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλήθους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι.

e. τινὲς δὲ εἰς τὸ ἐγγὺς ἔτι τὸ αἴνιγμα θέλουσιν ἄγειν.[*]() | ἐπειδὴ γὰρ οἱ δράκοντές εἰσι τρεῖς, ὧν δύο ἀπέθανον, εἷς δὲ εἰσῆλθεν, ἀνάγει πρὸς τοὺς ἐξ Αἰακοῦ καὶ λέγει· Τελαμὼν καὶ Πηλεὺς ἀδελφοί· δύο τούτων παῖδες προσβαλοῦσι μὲν, ἀπολοῦνται δὲ, Αἴας καὶ Ἀχιλλεύς· ὁ δὲ εἷς Νεοπτόλεμος, ὃς καὶ ἐντὸς τῆς πόλεως ἐγένετο, οὗτος κρατήσει τῆς πόλεως· ὥστε τὸ ἀνάλογον σώζεσθαι καὶ δράκοντι τῷ εἰσελθόντι καὶ σωθέντι.[*]()

[*]()f. ὁρμαίνων: διαλογιζόμενος. διανοούμενος.

g. εἶπε δὲ ὁ Ἀπόλλων, ἐναντίον καὶ ἀδέξιον θεασάμενος τὸ γεγονὸς τέρας.