Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀποπειρῶνται εἰ ἀντιποιεῖται περὶ ἀνθρώπων καὶ ἔχει λόγον τῶν ζητούντων ἀρετὴν κτήσασθαι.

a. ἄνεται δὲ πρὸς χάριν· τουτέστιν οἱ εὐσεβεῖς [*]() ἀνύουσί τι ταῖς πρὸς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὐδαμῶς.

b. ἢ οὕτως· τελευτᾷ δὲ πρὸς χάριν εὐσεβείας τὸ μαντεῖον.

c. ἢ οὕτως· ἀνύεται τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν λιταῖς.

d. βέλτιον δέ· τελειοῦται τὰ μαντεῖα πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας· οἷον οἱ εὐσεβεῖς ἀνύουσι ταῖς πρὸς θεοὺς λιταῖς καὶ λαμβάνουσι κεχαρισμένους χρησμοὺς, οἱ δὲ ἀσεβεῖς οὔ.