Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· ὅτι πέπρωτο δορυάλωτον γενομένην τὴν πόλιν ταύτην ἐμπυρισθῆναι, διὰ τοῦτό φησι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα εἰς τὴν τῆς Ἰλίου τείχισιν προσλαβεῖν τὸν Αἰακὸν, διὰ τοῦ ὑπ᾿ αὐτοῦ οἰκοδομηθέντος ἵνα ἁλώσιμος γένηται καὶ μὴ διὰ τοῦ ὑπὸ τῶν θεῶν.

[*]()d. πεπρωμένον: ὅτι πεπρωμένον ἦν δοριάλωτον γενηθεῖσαν τὴν Ἴλιον ἐμπυρισθῆναι· ὅπως κατὰ τὸ τοῦ Αἰακοῦ ἔργον ἁλῴη τὸ τεῖχος, καὶ μὴ κατὰ τὸ τῶν θεῶν.

[*]()λάβρον ἀμπνεῦσαι καπνόν: ἀντὶ τοῦ ἐμπυρισθῆναι.

[*]()a. γλαυκοὶ δὲ δράκοντες: ἀκαταλλήλως εἶπεν· ἔδει γὰρ εἰπεῖν· γλαυκοτέρων δὲ δρακόντων εἰσαλλομένων, οἱ β΄ κάπετον, εἶς δὲ ὄρουσε βοήσας. τὸ δὲ σχῆμα ὅμοιον τῷ· οἱ δὲ δύο σκόπελοι (μ 73).

[*]()b. γλαυκοὶ δὲ δράκοντες: φοβεροί.

c. ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παραχρῆμα

1.249
τρεῖς δράκοντες ἐφάνησαν, ὧν οἱ μὲν δύο βουλόμενοι εἰσελθεῖν διὰ τοῦ πύργου εἰς τὸ ἐντὸς κατέπεσον καὶ ἀπέθανον, ὁ δὲ εἷς δράκων εἰσῆλθε μετὰ συριγμοῦ καὶ βοῆς. δηλοῖ δὲ τὴν ἅλωσιν τὴν τότε γενομένην· οἱ γὰρ ἐπιόντες πολέμιοι εἰώθασιν ἐφορμᾶν ἅμα βοῇ.

d. ἔδει εἰπεῖν· [*]() γλαυκῶν δὲ δρακόντων εἰσαλλομένων τριῶν, οἱ δύο μὲν κατέπεσον, ὁ δὲ εἷς ἀνόρουσε. τὸ σχῆμα Ὁμήρου (μ 73)·

οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει.[*]()