Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἦν ὅτι νιν πεπρωμένον: αὐτὸ, τὸ τεῖχος. [*]()

b. οὗτοι [δὲ] συνεργὸν εἵλοντο τὸν Αἰακὸν, ἐπειδὴ ἦν αὐτῷ πεπρωμένον, τῷ τείχει, πολέμου γενομένου πυρὶ καταφλεχθῆναι πολλῷ. οὐ γὰρ ἦν δυνατὸν ἁλῶναι αὐτὸ, εἰ τὸ [*]() πᾶν ἔργον ἦν θεῶν.

c. ἄλλως· ὅτι πέπρωτο δορυάλωτον γενομένην τὴν πόλιν ταύτην ἐμπυρισθῆναι, διὰ τοῦτό φησι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα εἰς τὴν τῆς Ἰλίου τείχισιν προσλαβεῖν τὸν Αἰακὸν, διὰ τοῦ ὑπ᾿ αὐτοῦ οἰκοδομηθέντος ἵνα ἁλώσιμος γένηται καὶ μὴ διὰ τοῦ ὑπὸ τῶν θεῶν.

[*]()d. πεπρωμένον: ὅτι πεπρωμένον ἦν δοριάλωτον γενηθεῖσαν τὴν Ἴλιον ἐμπυρισθῆναι· ὅπως κατὰ τὸ τοῦ Αἰακοῦ ἔργον ἁλῴη τὸ τεῖχος, καὶ μὴ κατὰ τὸ τῶν θεῶν.

[*]()λάβρον ἀμπνεῦσαι καπνόν: ἀντὶ τοῦ ἐμπυρισθῆναι.

[*]()a. γλαυκοὶ δὲ δράκοντες: ἀκαταλλήλως εἶπεν· ἔδει γὰρ εἰπεῖν· γλαυκοτέρων δὲ δρακόντων εἰσαλλομένων, οἱ β΄ κάπετον, εἶς δὲ ὄρουσε βοήσας. τὸ δὲ σχῆμα ὅμοιον τῷ· οἱ δὲ δύο σκόπελοι (μ 73).

[*]()b. γλαυκοὶ δὲ δράκοντες: φοβεροί.

c. ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παραχρῆμα

1.249
τρεῖς δράκοντες ἐφάνησαν, ὧν οἱ μὲν δύο βουλόμενοι εἰσελθεῖν διὰ τοῦ πύργου εἰς τὸ ἐντὸς κατέπεσον καὶ ἀπέθανον, ὁ δὲ εἷς δράκων εἰσῆλθε μετὰ συριγμοῦ καὶ βοῆς. δηλοῖ δὲ τὴν ἅλωσιν τὴν τότε γενομένην· οἱ γὰρ ἐπιόντες πολέμιοι εἰώθασιν ἐφορμᾶν ἅμα βοῇ.

d. ἔδει εἰπεῖν· [*]() γλαυκῶν δὲ δρακόντων εἰσαλλομένων τριῶν, οἱ δύο μὲν κατέπεσον, ὁ δὲ εἷς ἀνόρουσε. τὸ σχῆμα Ὁμήρου (μ 73)·

οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει.[*]()

e. κτίσθη νέον: οἱ μὲν νεωστὶ κατασκευασθὲν, οἱ [*]() δὲ ἀντὶ τοῦ εὐθές.

a. εἰσαλλόμενοί γε τρεῖς: κτισθέντος, φησὶ, τοῦ [*]() τείχους τρεῖς εἰσεπήδησαν δράκοντες, ὧν τοὺς δύο ἀποθανεῖν, τὸν δὲ ἕτερον ἕνα περιγενέσθαι καὶ εἰσελθεῖν.