Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος [*]() καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. καὶ τὸν λόγον ἀποδίδωσί, φησίν, ἵνα διὰ τούτου τοῦ μέρους τοῦ ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ᾿ οὐδενὶ δὲ πρεσβυτέρῳ Πινδάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.)·

ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ᾿ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες.

b. τὸν παῖς ὁ Λατοῦς: ὅντινα Αἰακὸν ὁ Ἀπόλλων [*]() καὶ ὁ Ποσειδῶν, μέλλοντες τὸν στέφανον καὶ τὸ τεῖχος τῆς Ἰλίου κατασκευάζειν, συνεργὸν εἵλοντο καὶ συλλήπτορα. τούτους γὰρ κατεδίκασεν ὁ Ζεὺς πρὸς τὴν τειχοποιίαν ὑπηρετῆσαι τῷ Λαομέδοντι, ἐπειδὴ ἐπεβούλευσαν αὐτῷ εἰς τὴν βασιλείαν· ἠθέλησαν γὰρ αὐτὸν μεταστῆσαι, ὡς καὶ Ὅμηρος μνημονεύει (Α 399)·

ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ᾿ ἠδὲ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων, οὐχ ὡς ἔνιοι, καὶ Παλλὰς Ἀθήνη.