Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὁ δ᾿ ἐπαντέλλων χρόνος: ὁ δὲ ἐπιὼν χρόνος μὴ κάμοι διαφυλάσσων αὐτοὺς ἐν φιλοξενίᾳ.

[*]()b. ὁ δ᾿ ἐπαντέλλων χρόνος μὴ κάμοι: μήποτε οὖν ἐν παντὶ τῷ ἐπιόντι χρόνῳ λίποι τὸ τοιοῦτον, μηδὲ κάμοι αὐτὸς ὁ χρόνος τοῦτο πράττων. ἔστι δὲ τοῦτο μέσον παρεμβληθέν· ἐπεὶ ἡ ἀκολουθία· κίονα δαιμονίαν Δωριεῖ [*]() λαῷ, καὶ τὰ ἑξῆς· ἵν᾿ ᾖ· τὴν Αἴγιναν τὴν χώραν, | ἥτις ἐστὶ κίων τῶν ξένων, ἡ κρίσις τῶν θεῶν ὑπέστησεν, ὑπὸ τοῦ Δωριέως λαοῦ βασιλευομένην μετὰ τὸν Αἰακόν.

[*]()a. Δωριεῖ λαῷ: τοῖς Αἰγινήταις. οἱ γὰρ ἀπὸ Δώρου Ἀργεῖοι ᾤκισαν Αἴγιναν, ἡγουμένου αὐτῶν τοῦ στόλου Τριάκοντος.

[*]()b. Δωριεῖ λαῷ: ὅτι [οἱ] μετὰ τὴν Αἰακοῦ βασιλείαν Δωριεῖς τῆς Αἰγίνης ἐκράτησαν. Αἰακοῦ γὰρ καὶ Ψαμάθης Νηρηίδος Φῶκος ἐγένετο. τοῦτον ὡς νόθον ἀδελφὸν ἀπέκτειναν Πηλεὺς καὶ Τελαμὼν, καὶ φεύγει ὁ μὲν εἰς τὴν Θεσσαλίαν τὴν καλουμένην Φθίαν, Τελαμὼν δὲ εἰς τὴν Σαλαμῖνα. καὶ τελευτήσαντος οὖν τοῦ Αἰακοῦ ἔρημος ἡ

1.247
νῆσος περιελείπετο βασιλέως, ἐν τούτῳ Τριάκων τις Ἀργεῖος συλλέξας πλῆθος Ἀργείων (οἱ δὲ Ἀργεῖοι τοῦ Δωρικοῦ γένους) εἰς τὴν Αἴγιναν ἦλθον καὶ κατῴκησαν. | καὶ οὕτως [*]() ἔδοξε μετὰ τὸν Αἰακὸν ἀποταμιεύεσθαι τοῖς Δωριεῦσιν ἡ τῆς Αἰγίνης ἀρχή.

a. τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος [*]() καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. καὶ τὸν λόγον ἀποδίδωσί, φησίν, ἵνα διὰ τούτου τοῦ μέρους τοῦ ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ᾿ οὐδενὶ δὲ πρεσβυτέρῳ Πινδάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.)·

ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ᾿ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες.