Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τεθμὸς δὲ νόμος. κρίσις. δόγμα. δόκησις.[*]()

b. ἁλιερκέα δὲ χώραν τὴν Αἴγιναν· νῆσος γάρ.[*]()

c. τεθμὸς δέ τις ἀθανάτων: ἔτι πρὸς τὰ δεδηλωμένα [*]() τείνει περὶ τῆς εἰς τοὺς ξένους αὐτῶν εὐεργεσίας·

1.246
φησὶ γὰρ ὅτι νόμος τις καὶ θεῶν θέμις καὶ ταύτην τὴν χώραν παντοδαποῖς ξένοις ἔστησε κίονα θεῖον καὶ ἔρεισμα.

[*]()d. τὸ σημεῖον, ὅτι τεθμὸν νῦν τὸ δόγμα καὶ τὴν δόκησιν εἴρηκε.

e. τὸ δὲ σαφὲς οὕτω· θεσμὸς δέ τις καὶ δικαία κρίσις τῶν θεῶν καὶ ταύτην τὴν τῇ θαλάττῃ περιτετειχισμένην Αἴγιναν τοῖς πανταχόθεν ἐπιφοιτῶσι ξένοις βάθρον ὥσπερ καὶ ἔρεισμα θεῖον ἐνομοθέτησεν.[*]()

[*]()a. ὁ δ᾿ ἐπαντέλλων χρόνος: ὁ δὲ ἐπιὼν χρόνος μὴ κάμοι διαφυλάσσων αὐτοὺς ἐν φιλοξενίᾳ.

[*]()b. ὁ δ᾿ ἐπαντέλλων χρόνος μὴ κάμοι: μήποτε οὖν ἐν παντὶ τῷ ἐπιόντι χρόνῳ λίποι τὸ τοιοῦτον, μηδὲ κάμοι αὐτὸς ὁ χρόνος τοῦτο πράττων. ἔστι δὲ τοῦτο μέσον παρεμβληθέν· ἐπεὶ ἡ ἀκολουθία· κίονα δαιμονίαν Δωριεῖ [*]() λαῷ, καὶ τὰ ἑξῆς· ἵν᾿ ᾖ· τὴν Αἴγιναν τὴν χώραν, | ἥτις ἐστὶ κίων τῶν ξένων, ἡ κρίσις τῶν θεῶν ὑπέστησεν, ὑπὸ τοῦ Δωριέως λαοῦ βασιλευομένην μετὰ τὸν Αἰακόν.

[*]()a. Δωριεῖ λαῷ: τοῖς Αἰγινήταις. οἱ γὰρ ἀπὸ Δώρου Ἀργεῖοι ᾤκισαν Αἴγιναν, ἡγουμένου αὐτῶν τοῦ στόλου Τριάκοντος.

[*]()b. Δωριεῖ λαῷ: ὅτι [οἱ] μετὰ τὴν Αἰακοῦ βασιλείαν Δωριεῖς τῆς Αἰγίνης ἐκράτησαν. Αἰακοῦ γὰρ καὶ Ψαμάθης Νηρηίδος Φῶκος ἐγένετο. τοῦτον ὡς νόθον ἀδελφὸν ἀπέκτειναν Πηλεὺς καὶ Τελαμὼν, καὶ φεύγει ὁ μὲν εἰς τὴν Θεσσαλίαν τὴν καλουμένην Φθίαν, Τελαμὼν δὲ εἰς τὴν Σαλαμῖνα. καὶ τελευτήσαντος οὖν τοῦ Αἰακοῦ ἔρημος ἡ

1.247
νῆσος περιελείπετο βασιλέως, ἐν τούτῳ Τριάκων τις Ἀργεῖος συλλέξας πλῆθος Ἀργείων (οἱ δὲ Ἀργεῖοι τοῦ Δωρικοῦ γένους) εἰς τὴν Αἴγιναν ἦλθον καὶ κατῴκησαν. | καὶ οὕτως [*]() ἔδοξε μετὰ τὸν Αἰακὸν ἀποταμιεύεσθαι τοῖς Δωριεῦσιν ἡ τῆς Αἰγίνης ἀρχή.

a. τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος [*]() καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. καὶ τὸν λόγον ἀποδίδωσί, φησίν, ἵνα διὰ τούτου τοῦ μέρους τοῦ ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ᾿ οὐδενὶ δὲ πρεσβυτέρῳ Πινδάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.)·

ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ᾿ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες.

b. τὸν παῖς ὁ Λατοῦς: ὅντινα Αἰακὸν ὁ Ἀπόλλων [*]() καὶ ὁ Ποσειδῶν, μέλλοντες τὸν στέφανον καὶ τὸ τεῖχος τῆς Ἰλίου κατασκευάζειν, συνεργὸν εἵλοντο καὶ συλλήπτορα. τούτους γὰρ κατεδίκασεν ὁ Ζεὺς πρὸς τὴν τειχοποιίαν ὑπηρετῆσαι τῷ Λαομέδοντι, ἐπειδὴ ἐπεβούλευσαν αὐτῷ εἰς τὴν βασιλείαν· ἠθέλησαν γὰρ αὐτὸν μεταστῆσαι, ὡς καὶ Ὅμηρος μνημονεύει (Α 399)·

ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ᾿ ἠδὲ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων, οὐχ ὡς ἔνιοι, καὶ Παλλὰς Ἀθήνη.