Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

g. τὸ δὲ πολὺ καὶ πολλᾷ ῥέπον, τὸ γένος τῶν ἀνθρώπων. τὸ δὲ δυσπαλὲς ἀπὸ τῶν δοράτων ἔχει τὴν μεταφορὰν, καὶ τὸ ῥέπειν ἀπὸ τῶν ἱστάντων ἐπὶ ζυγοῦ. ὅταν γὰρ τὸ ἐν τῷ ζυγῷ ἐλαφρὸν ᾖ, εὐχερὲς τὴν ἰσότητα γνῶναι· ἐὰν δὲ βαρὺ, δυσχερές.

h. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι εἰς ὑπερβολήν εἰσι διακρίνειν τὸ καλὸν καὶ τὸ δυσχερὲς, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις χαλεπὸν νομίζεται.

i. ὅ,τι γὰρ πολὺ καὶ πολλᾷ ῥέποι: γνωμικόν [*]() ἐστι τὸ λεγόμενον, συντείνει δὲ εἰς τὸ περὶ φιλοξενίας τῶν Αἰγινητῶν. σημαίνει δὲ τοῦτο· ὅπου γὰρ ἂν ᾖ τι πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι καὶ κατὰ τρόπον οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς γίνεται.

k. οὐκ εἶναι οὖν φησιν ἀξένους [*]() τοὺς Αἰγινήτας καθάπαξ, οὐδὲ μὴν ἀκρίτως ὑποδέχονται τοὺς παραγινομένους οὗτοι πάντας, ὡς ὁ Τηλέμαχός φησιν ἐπὶ τῆς Πηνελόπης (υ 131)·

τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερον γε τιμᾷ.

l. δύναται [οὖν] τὸ πολὺ ἐπὶ τοῦ ὄχλου τίθεσθαι τοῦ ἐν τῇ πόλει, οἷον· ὅπου ἐστὶν ὄχλος, ἐνταῦθα τὸν κατοικοῦντα ὄχλον τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν. ἀκριβοῦς γὰρ διανοίας καὶ ἠρεμούσης καὶ ὀλίγων ἀνδρῶν τὸ ἐπὶ τοιαύτην ἐνεχθῆναι κρίσιν. πλήθειν γὰρ ἀνδρῶν οὕτω φασὶ τὴν Αἴγιναν ὡς εἶναι ἐν αὐτῇ μζ΄ μυριάδας οἰκετῶν.[*]()