Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. πάρεδρος ἀσκεῖται Θέμις: Ἀσκληπιάδης ἀντὶ [*]() τοῦ τιμᾶται πρὸς τοῦ ξενίου Διός.

b. τουτέστι φιλόξενοί εἰσιν. ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν· | ὅθεν τὸν [*]() ἐπὶ μεταβολῇ φόρτον Αἰγινητικὸν ἔλεγον καὶ τοὺς παντοπώλας Αἰγινοπώλας.

1.244

[*]()a. ἔξοχ᾿ ἀνθρώπων: ἵνα βεβαιώσῃ τὸ ἐξόχως, ἐπάγει· [*]() ἔνθα γάρ τι πολύ ἐστι καὶ ῥοπὴν ἔχει μεγάλην, | ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, τοῦτο ὀρθῇ διανοίᾳ καὶ ἀσφαλεῖ κεκριμένως εἰπεῖν μὴ ἔξω τοῦ προσήκοντος, ἀλλ᾿ εὐκαίρως, δύσκολόν ἐστι καὶ δυσπαλές.[*]()

[*]()b. ἔξοχ᾿ ἀνθρώπων: ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προνοῆσαι. τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους.

c. ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)·

ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ᾿ ἀρείον᾿ ἀτιμήσασ᾿ ἀποπέμπει.