Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ἄλλα δ᾿ ἐπ᾿ ἄλλον ἔβαν: οὐ πάντες τὰ αὐτὰ [*]() ἔχουσιν ἀγαθὰ, ἀλλὰ ἄλλος ἄλλα. λέγει ὅτι αὐτὸς ὁ Ἀλκιμέδων Ὀλύμπια νενίκηκεν, ὁ δὲ ἀδελφὸς Τιμοσθένης Νέμεα· διὸ οὐ πάντες πάντων κοινωνοῦσι τῶν ἀγαθῶν.| Ὅμηρος (Δ 320)· [*]()

ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν.

σὺν θεοῖς: ἀντὶ τοῦ, τῶν θεῶν βουλομένων πολλαὶ [*]() ὁδοὶ γίνονται εἰς τὸ εὖ πράσσειν.

a. ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμόσθενες, [*]()ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαιμόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν.

b. ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ [*]() τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα.