Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. διχόβουλον: τὴν ἐπίφθονον καὶ ἐναντίαν οὖσαν οἷς βουλόμεθα.

b. τουτέστι τὴν διχάζουσαν ἀφ᾿ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς.

[*]()a. ἀλλ᾿ ἀπήμαντον: ἀλλ᾿ ἵνα ἀβλαβῆ τὸν βίον αὐτῶν διάγων ὁ Ζεὺς καὶ φυλάττων, αὐτοὺς ἐπαίροι εἰς δόξαν καὶ τὴν πατρίδα αὐτῶν Αἴγιναν.

[*]()b. ἀπήμαντον: ὁ Ζεὺς ἐπάγων ἀπήμαντον βίον αὐτούς τε αὔξοι καὶ τὴν Αἴγιναν.

[*]() Τέλος Ἀλκιμέδοντος.

1.265

Ἐφαμρόστῳ Ὀπουντίῳ παλαιστῇ. [*]()

Τοῦ θ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ις΄. [*]() τὸ α΄ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰωνικὸν δίμετρον καταληκτικὸν εἰς τροχαϊκὴν συζυγίαν. τὸ γ΄ Φαλαίκειον ἀντισπαστικόν. τὸ δ΄ Γλυκώνειον, οἷόν ἐστιν ἀντισπαστικόν. τὸ ε΄ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον.

τὸ ς΄ ὅμοιον τῷ δ΄. τὸ ζ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ καὶ ς΄. τὸ θ΄ ὅμοιον τῷ ζ΄. τὸ ι΄ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ια΄ ὅμοιον τῷ ζ΄ καὶ τῷ θ΄. τὸ ιβ΄ Γλυκώνειον. τὸ ιγ΄ ὅμοιον τῷ ζ΄ καὶ θ΄ καὶ ια΄. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν.

τὸ ιε΄ ἐπιωνικὸν ἄτακτον, β΄ σπονδεῖον ἔχον. τὸ ις΄ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γ΄ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δ΄ ἰωνικὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν· α΄ ἰωνικὸς ἀπὸ μείζονος, β΄ χορίαμβος, γ΄ ἰωνικὸς ἀπ᾿ ἐλάσσονος. τὸ ζ΄ τρίμετρον

1.266
ἐπιωνικὸν βραχυκατάλητον. τὸ η΄ διπλοῦς τροχαῖος καὶ διπλοῦς ἴαμβος. τὸ θ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀδιάφορον κατὰ τὴν ἄρχουσαν. τὸ ι΄ ἀντισπαστικὸν ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ.

[*]()a. τὸ μὲν Ἀρχιλόχου μέλος: Ἀρχίλοχος ἐλθὼν εἰς Ὀλυμπίαν μέλος ἐποίησεν εἰς Ἡρακλέα ἔχον οὕτως (fr. 119)·

τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο.

b. τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φωνᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ.