Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

h. ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν [*]() Ἀλκιμέδοντος [οὗτος].

i. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ.

k. Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἀπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος.[*]()

ἐσλὰ δ᾿ ἐπ᾿ ἐσλοῖς: ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλλίστων [*]()παρέχειν αὐτοῖς βούλοιτο ὁ Ζεύς. τὸ δὲ θέλοι εὐκτικῶς.