Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

g. ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος (ω 1)·

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο.
Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ.

h. ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν [*]() Ἀλκιμέδοντος [οὗτος].

i. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ.

k. Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἀπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος.[*]()

ἐσλὰ δ᾿ ἐπ᾿ ἐσλοῖς: ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλλίστων [*]()παρέχειν αὐτοῖς βούλοιτο ὁ Ζεύς. τὸ δὲ θέλοι εὐκτικῶς.