Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι.

c. κόσμον δὲ Ὀλυμπίᾳ, τὴν νίκην.

d. Ἰφίων πατὴρ Ἀλκιμέδοντος τεθνεώς· Καλλίμαχος δὲ εἷς τῶν συγγενῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀκούσας Ἰφίων τὴν ἀγγελίαν εἴποι ἂν Καλλιμάχῳ.

e. ἄλλως· ποιητικῶς ἀναπλάττει τῆς ἀγγελίας. ἢ ἴσως ὡς αἴσθησιν ἐχόντων τῶν τεθνεώτων λέγει.

f. ὁ δὲ νοῦς· παρὰ δὲ τῆς

1.263
τοῦ Ἑρμοῦ θυγατρὸς ἀκούσας ὁ Ἰφίων εἴποι ἂν Καλλιμάχῳ τῷ συγγενεῖ αὐτοῦ . . . ἐκ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ὁ Ζεύς. Ἰφίων δὲ καὶ Καλλίμαχος κατὰ μέν τινας ἁπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δὲ ἐνίους ὁ Ἰφίων μὲν πατὴρ, Καλλίμαχος δὲ θεῖος.

g. ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος (ω 1)·

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο.
Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ.

h. ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν [*]() Ἀλκιμέδοντος [οὗτος].