Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. συγγόνων κεδνὰν χάριν: τὴν τῶν συγγόνων ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλὰ ἐν φανερῷ κειμένη καὶ εἰς τεθνεῶτας ἀφικνεῖται· πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει.

b. καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκιμέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς.

[*]()a. Ἑρμᾶ δὲ θυγατρός: Ἰφίων πρόγονος Ἀλκιμέδοντος· οἱ δὲ ὅτι πατὴρ αὐτοῦ.

b. εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι.