Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

f. ἄνεται δὲ πρὸς χάριν: ἀνύεται δὲ τὸ τοιοῦτον· [*]() τὸ ποῖον; τὸ φανερωθῆναι τὴν τοῦ Διὸς βουλήν. ἀνύεται δὲ εἰς χάριν τῶν εὐσεβῶς καὶ ὁσίως εὐχομένων καὶ λιτανευόντων, ὅπερ ἐστὶ τῶν μάντεων καὶ ἱερέων. ἐπαινεῖ οὖν ἴσως τοὺς Ἰαμίδας ὡς εὐσεβεῖς· | δύναται δὲ καὶ ἐπ᾿ [*]()

1.240
αὐτῶν τούτων νοεῖσθαι τὸ εὐσεβείας.

g. πρόσκειται δὲ τὸ σημεῖον ὅτι τὸ σημαινόμενόν ἐστι τοιοῦτον· ἐπιτελεῖται δὲ χάριν τῆς εὐσεβείας, ἢ διὰ τὴν εὐσέβειαν.[*]()[*]()

h. ἄλλως· ἄνεται δὲ πρὸς χάριν: τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς τοὺς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὔ.

i. γράφει δὲ [κατ᾿ ἐνίους] ὁ Ἀσκληπιάδης ἄνευ τοῦ -σ- λιταί, καὶ οὕτω καθίστησι τὸν λόγον· πρὸς δὲ τὸ κεχαρισμένον τῇ εὐσεβείᾳ τῶν ἀνδρῶν ἀνύονται λιταί· ὡς ἂν αὐτῇ τῇ τῶν ἀνδρῶν εὐσεβείᾳ κεχαρισμένου τοῦ λιτανεύειν [*]() ὄντος.

k. ἄλλως· τελειοῦται ἡ μαντεία πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας ταῖς τῶν ἀνδρῶν λιταῖς. [*]()

l. ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαντεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν.[*]()