Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται [*]() τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι.
b. Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώνων [*]() τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα.
c. χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. [*]() Ὅμηρος (Ι 389)·
οὐδ᾿ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι.
e. δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν.
[*]()f. μᾶτερ ὦ χρυσοστεφάνων: ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων.