Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

g. τὸ δὲ σαφὲς οὕτως ἔχει· τῷ δὲ μετ᾿ εὐφυΐας μεμαθηκότι ἡ σοφία καὶ ἐπὶ τὸ μεῖζον ἀδόλως καὶ ἀνεμποδίστως ἐπαίρεται· ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν, προσδεξαμένων δὲ καὶ τὴν τέχνην, καὶ οὕτως ἐξ ἀμφοτέρων τῆς μαθήσεως αὐτοῖς ἐπὶ τὸ ἄκρον ἐλθούσης.

[*]()(ἄδολος:) ἡ φυσική.

[*]()a. φαντὶ δ᾿ ἀνθρώπων παλαιαὶ ῥήσιες: οὔπω γὰρ τῶν ἱστοριογράφων ὄντων οἱ κατὰ καιροὺς ποιηταὶ παρὰ τῶν ἐν ταῖς πόλεσι λογίων καὶ γεγηρακότων, οἷς ὁ χρόνος τὸ ἀκριβὲς τῆς γνώσεως ἐμαρτύρει, τὰς ἱστορίας κατακούοντες ἐμάνθανον.