Scholia in Pindarum Olympian Odes Scholia in Pindarum Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903. c. κᾶδός τε· τὴν κατ᾿ ἐπιγαμίαν οἰκειότητα τιμῶν [*]() τῷ δώρῳ τῆς χρυσῆς φιάλης. ἔνθεν καὶ κηδεστής.[*]()d. κᾶδός τε τιμάσας ἑόν: τὸ κῆδος. τὴν συγγένειαν· [*]() ἔοικε γὰρ ὁ δωρούμενος πατὴρ εἶναι τῆς γαμηθείσης τῷ νεανίᾳ νύμφης.[*]()a. ζαλωτόν: ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν [*]() τῆς ὁμοφροσύνης αὐτοῦ πρὸς τὴν σύνευνον. διὰ γὰρ αὐτὸ τοῦτο δηλονότι παρὰ τοῦ πατρὸς αὐτῆς ἐτιμᾶτο.b. προσληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν᾿ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς.[*]()