Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τότε καὶ φαυσίμβροτος: ὁ νοῦς· τότε οὖν, ἡνίκα ἔμελλε τίκτεσθαι ἡ θεὸς, ὁ Ἥλιος τοῖς ἑαυτοῦ παισὶ τοῖς περὶ Ὄχιμον καὶ Κέρκαφον ἐπετείλατο τὸ μέλλον πρᾶγμα, [*]() τῆς Ἀθηνᾶς | τὴν γένναν, παραφυλάξασθαι καὶ θυσίας ποιῆσαι, καὶ ὅπως τῇ θεῷ θυσίας πλήθοντα βωμὸν ἐναργῆ κτίσειαν, τοῦτόν τε πηξάμενοι ἐπιθύειν τήν τε ψυχὴν τοῦ πατρὸς αὐτῆς Διὸς τέρψαιεν καὶ αὐτῆς τῆς γεννηθείσης παρθένου τῆς πολεμικῆς. ἔγχος μὲν γὰρ τὸ δόρυ, βρόμος δὲ ὁ ἦχος.

[*]()b. ἄλλως· ὁ Ἥλιός, φησι, παρεκελεύσατο τοῖς ἑαυτοῦ παισὶ καὶ Ῥόδης, μελλούσης γεννᾶσθαι τῆς Ἀθηνᾶς, ὅπως αὐτοὶ πρῶτοι θύσωσιν· ἐκεῖ γὰρ μέλλειν οἰκεῖν τὴν [*]() θεὸν, | παρ᾿ οἷς ἂν πρῶτον θυσία αὐτῇ ἐπιτελεσθῇ. ἀνερχόμενοι δὲ εἰς τὴν ἀκρόπολιν πρῶτοι οὗτοι ἐπελάθοντο πῦρ κομίσαι. συνέβη οὖν πρώτους Ἀθηναίους θῦσαι· διόπερ [*]() καὶ τὴν θεὸν αὐτόθι καθιδρυθῆναι, | τιμῆσαι δὲ καὶ τὴν θεὸν τοὺς Ῥοδίους. διὰ τοῦτο δέ φασι τοὺς Ῥοδίους ἄπυρα

1.217
θύειν, ὥσπερ οἱ πρῶτοι τῇ Αθηνᾷ ἔθυσαν· τινὲς δὲ ὅτι καὶ φυλαξάντων αὐτῶν ὑπερησθεὶς ὁ Ζεὺς πλοῦτον καὶ εὐδαιμονίαν παρέσχε, δωρησαμένης καὶ αὐτῆς τῆς Ἀθηνᾶς τὴν περὶ τὴν τέχνην ἀρετήν.

c. φαυσίμβροτος: φαεσίμβροτος. τὸ -ε- καὶ το ᾱ εἰς [*]() τὴν -αυ- δίφθογγον συνεῖλεν.

d. (φαυσίμβροτος:) ὁ τοῖς βροτοῖς φάος φέρων. [*]()