Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. Οὐρανὸς δ᾿ ἔφριξέ νιν: ἤτοι διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι· ἢ διὰ τὴν βοήν.

[*]()a. τότε καὶ φαυσίμβροτος: ὁ νοῦς· τότε οὖν, ἡνίκα ἔμελλε τίκτεσθαι ἡ θεὸς, ὁ Ἥλιος τοῖς ἑαυτοῦ παισὶ τοῖς περὶ Ὄχιμον καὶ Κέρκαφον ἐπετείλατο τὸ μέλλον πρᾶγμα, [*]() τῆς Ἀθηνᾶς | τὴν γένναν, παραφυλάξασθαι καὶ θυσίας ποιῆσαι, καὶ ὅπως τῇ θεῷ θυσίας πλήθοντα βωμὸν ἐναργῆ κτίσειαν, τοῦτόν τε πηξάμενοι ἐπιθύειν τήν τε ψυχὴν τοῦ πατρὸς αὐτῆς Διὸς τέρψαιεν καὶ αὐτῆς τῆς γεννηθείσης παρθένου τῆς πολεμικῆς. ἔγχος μὲν γὰρ τὸ δόρυ, βρόμος δὲ ὁ ἦχος.