Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. βρέχε θεῶν βασιλεὺς ὁ μέγας: τοῦτο ἐκ τῶν

1.215
Ὁμήρου ὁρμηθεὶς λέγει, ὅτι Ζεὺς χρυσὸν ἔβρεξε τοῖς Ῥοδίοις διὰ τὸ τὸν ποιητὴν εἰρηκέναι (l. c.)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων·
| οὐκ εἰρηκότος Ὁμήρου ὅτι ἔβρεξε χρυσὸν, ἀλλὰ περιεποίησε [*]() χύδην αὐτοῖς τὸν πλοῦτον.

χρυσέαις νιφάδεσσι: τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθετουμένου [*]() Ὁμηρικοῦ στίχου εἴληφεν ὁ Πίνδαρος (l. c.)·

καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.

ἁνίχ᾿ Ἁφαίστου τέχναισι: τὸν καιρὸν καθ᾿ ὃν [*]() Ζεὺς ἐν Ῥόδῳ χρυσὸν ὗσε, διὰ τῆς ἱστορίας ἐπισημαίνεται καί φησιν ὅτι | ἡνίκα ὁ Ζεὺς διαιρεθείσης αὐτοῦ τῆς [*]() κεφαλῆς ὑπὸ τοῦ πελέκεως τοῦ Ἡφαίστου ἀνέδωκεν ἐκ τῆς κορυφῆς τὴν Ἀθηνᾶν· ἡ δὲ ἀνορούσασα καὶ ἔκδηλος γενομένη μέγα ἐβόησεν.

a. χαλκελάτῳ πελέκει: ἐν τοῖς Μουσαίου Παλαμάων [*]() λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα· ἔνιοι δὲ τὸν Προμηθέα λέγουσι· Σωσίβιος δὲ Ἑρμῆν φησι· Ἀριστοκλῆς δὲ νέφει συγκεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος ἐκφῆναι τὴν θεόν.

b. χαλκελάτῳ πελέκει: οἱ μὲν Παλαμάονα λέγουσι [*]() ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν

1.216
γένεσιν Ἀθηνᾶς ἐν Κρήτῃ· νέφει γάρ φησι κεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος προφᾶναι αὐτήν.

[*]()ἀλάλαξεν: ὀξὺ ἀνεβόησε. διὰ δὲ τούτου τὸ φιλοπόλεμον τῆς θεοῦ ἐχαρακτήρισεν. ἡ γὰρ ἀλαλαγὴ κυρίως ἐπὶ τῆς τῶν πολεμίων συμβολῆς γίνεται· εἶτ᾿ οὖν λέγεται καὶ ἐπὶ τῶν ἐκβακχευμάτων.