Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()b. (Μιδέας:) τῆς μητρός.
ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε [*]() τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ᾿ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος.
χθονὸς οἰκιστὴρ χολωθείς: τῇ δόξῃ ὁ Πίνδαρος [*]() ἕπεται τῶν ἱστορούντων διὰ τιμάς τινας καὶ ἀρχὰς τὸν Τληπόλεμον εἰργάσθαι τὸν φόνον· διὰ γὰρ τοῦ χολωθεὶς τὸ τοιοῦτον ὑποφαίνει.
a. αἱ δὲ φρενῶν ταραχαί: γνωμικῶς· αἱ δὲ ἀκρατόθυμοι [*]()καὶ προπετεῖς ὀργαὶ ἤδη που καὶ τοὺς σοφοὺς διασφάλλεσθαι ποιοῦσι.
b. τοῦτο δὲ μέση παρεμβολή. [*]()
a. παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν [*]() παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον.
b. μαντεύσατο δ᾿ ἐς θεὸν ἐλθών: ὡς οὖν [*]() ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ χώραν τῆς νήσου Ῥοδίων.
(θεόν:) τὸν Ἀπόλλωνα. [*]()
a. εὐώδεος ἐξ ἀδύτου: τοῦ τεθυμιαμένου ἀδύτου· [*]() λέγει δὲ τοῦ κατὰ τὴν Πυθῶνα.