Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐλθόντ᾿ ἐκ θαλάμων: παραγενόμενον εἰς Ἄργος ἐκ τῶν οἴκων τῆς Μιδέας· ἤτοι τῶν τῆς μητρὸς, ἢ καὶ τῆς ὁμωνύμου πόλεως· ἔστι δὲ αὕτη τοῦ Ἄργους ἡ πόλις.

[*]()b. (Μιδέας:) τῆς μητρός.

1.213

ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε [*]() τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ᾿ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος.

χθονὸς οἰκιστὴρ χολωθείς: τῇ δόξῃ ὁ Πίνδαρος [*]() ἕπεται τῶν ἱστορούντων διὰ τιμάς τινας καὶ ἀρχὰς τὸν Τληπόλεμον εἰργάσθαι τὸν φόνον· διὰ γὰρ τοῦ χολωθεὶς τὸ τοιοῦτον ὑποφαίνει.

a. αἱ δὲ φρενῶν ταραχαί: γνωμικῶς· αἱ δὲ ἀκρατόθυμοι [*]()καὶ προπετεῖς ὀργαὶ ἤδη που καὶ τοὺς σοφοὺς διασφάλλεσθαι ποιοῦσι.