Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τοῦτο δ᾿ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο [*]() εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυστύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύχημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι.

b. ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον.

c. ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ᾿ οὗ τις γεννηθῇ μέχρι τέλους.

d. τοῦτο δ᾿ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι [*]() ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόντος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευτῇ ἕξει τις καλόν. ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον.[*]()

e. τοῦτο δ᾿ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ [*]() τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. ὁ γὰρ Τληπόλεμος | ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς [*]() Ῥόδου.