Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

ἀμφὶ δ᾿ ἀνθρώπων φρασίν: ὑπεραπολογεῖται [*]() τοῦ φόνου ὃν δέδρακεν ὁ Τληπόλεμος, καί φησι· περὶ τὰς τῶν ἀνθρώπων φρένας μυρίαι καὶ ἀναρίθμητοι ἁμαρτίαι ἀπήρτηνται.

a. τοῦτο δ᾿ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο [*]() εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυστύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύχημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι.