Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. (ἐκ Διός:) Διὸς Ἡρακλῆς· οὗ Τληπόλεμος.

[*]()b. εὔχονται: Ἡρακλῆς γὰρ Διὸς, τοῦ δὲ Τληπόλεμος, ὃς Ῥόδον ᾤκησεν.

c. εὔχονται δὲ ἀντὶ τοῦ καυχῶνται.

[*]()a. τὸ δ᾿ Ἀμυντορίδαι ματρόθεν: ἐναντίως τῷ ποιητῇ τὰ περὶ τῆς μητρὸς Τληπολέμου ἱστορεῖ ὁ Πίνδαρος. Ὅμηρος μὲν γὰρ αὐτὴν Ἀστυόχην ἀποκαλεῖ καὶ Ἄκτορος εἶναι θυγατέρα βούλεται ἐν οἷς φησιν (Β 658)· ὃν τέκεν [*]() Ἀστυόχεια. | ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῷ Ἀχαιῷ ἱστοριογράφῳ (FHG IV, 286)· ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος· οὗ Ὄρμενος· οὗ Φέρης· οὗ Ἀμύντωρ· οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ. καὶ αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει· ἔνιοι δὲ καὶ υἱὸν Ἀμύντορα τοῦ Διὸς εἶναι λέγουσιν.[*]()