Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν [*]() τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν.[*]()
b. [Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι [*]() τὸ πέλας ἐμβόλῳ ναίοντας. ἡ γὰρ Ῥόδος ἀντικρὺ κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πόλις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρότερον μὲν Ἔμβολος ἐκαλεῖτο | διὰ τὴν θέσιν τοῦ χωρίου· [*]() ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς ὀξὺ λήγει μέρος ἡ χώρα· | νῦν δὲ προσονομάζεται Τριήρης [*]() ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις