Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος (l. c.)· [*]()

οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
ἔκγονοι δὲ Ἡλίου ἀφ᾿ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός.[*]()

e. ἄλλως· [*]() τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον.[*]()

a. Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν [*]() τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν.[*]()