Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Ἀσίας εὐρυχώρου: τινὲς τὴν Ῥόδον φασὶ κεῖσθαι καταντικρὺ τῶν Χελιδονίων νήσων, αἵ εἰσιν ἐπὶ τῆς Λυκίας. οἱ δὲ τὸν Κάρμηλον. Θεότιμος (FHG IV, 517) δὲ ἐν . . . τῶν περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ ῡ γράφει εὔβολον, καὶ οὕτως προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον· καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν εὐβόλως διακεῖσθαι τὰ πράγματα ὅταν ᾖ καλῶς διακείμενα· ὥστε τὴν μεταφορὰν ἀπὸ τῶν ἁλιέων εἶναι.

b. ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται.

c. ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα.

[*]()a. τρίπολιν νᾶσον: τὴν Ῥόδον κατὰ τρεῖς πόλεις ᾤκουν, ὥς φησιν ὁ ποιητής (Β 655)·

οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.
Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν καλουμένην.

1.207

b. τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος (l. c.)· [*]()

οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
ἔκγονοι δὲ Ἡλίου ἀφ᾿ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός.[*]()

e. ἄλλως· [*]() τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον.[*]()