Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()f. παῖδ᾿ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμένιδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ· ἀφ᾿ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν.

[*]()g. ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυγατέρα, ἀφ᾿ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην.

h. Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη.[*]()