Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. σάφα δαείς: σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο.

[*]()b. σάφα δαείς: ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται.

[*]()c. ἅ τέ οἱ πατέρων: τοῦτο παρὰ τὸ Ὁμηρικὸν εἴρηται (Ζ 209)· μηδὲ γένος πατέρων αἰσχυνέμεν. [*]()

d. τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται.