Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει [*]() τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα.

c. ὦ Ζεῦ, νώτοισιν Ἀταβυρίου: ὁ νοῦς οὕτως [*]() ἔχει· ἀλλ᾿ ὦ Ζεῦ πάτερ τοῦ Ἀταβυρίου ὄρους βασιλεύων, ἐν τιμῇ ἔχε τὸν ὕμνον τὸν εἰς τὸν Ὀλυμπιονίκην καὶ τὸν ἄνδρα τὸν εὑρόντα καὶ τὸν κτησάμενον τὴν ἀρετὴν διὰ τῆς ἐν πυγμῇ νίκης.

d. ἄλλως· νώτοισιν Ἀταβυρίου: [*]() ἐπάνω γὰρ τοῦ ὄρους ἵδρυται ὁ Ζεύς.

e. νώτοισι δὲ ἀντὶ [*]() τοῦ νώτων.

f. εἰσὶ δὲ χαλκαῖ βόες ἐν αὐτῷ, αἵτινες ὅταν [*]() μέλλῃ ἄτοπόν τι γενέσθαι, μυκῶνται.

g. ἔστι δὲ καὶ ἐν [*]() Σικελίᾳ ὄρος Ἀταβύριον, ὥς φησι Τίμαιος.

a. Ἀταβυρίου: ὄρος Ῥόδου.

b. νώτοις δὲ ἀλλάξας [*]() πτῶσιν ἀντὶ τοῦ νώτων. τὸ πλάτος δὲ λέγει, ἀπὸ τοῦ σώματος, ὡς πόδας Ἴδης (Hom. B 824) καὶ κεφαλὴ ὄρους.

c. Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται.

a. τίμα μὲν ὕμνου: περιφραστικῶς τὸν ὕμνον [*]() τὸν Ὀλυμπιόνικον. ἢ τὸν Διαγόραν· οὗτος γὰρ νόμος ἐγένετο νικήσας τοῦ ὕμνου. βέλτιον δὲ τὸ πρότερον· ἐπιφέρει γάρ· ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα.

[*]()b. (ὕμνου τεθμόν:) περιφραστικῶς τὸν ὕμνον.