Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()λιθίνα: στήλη ἥτις οὐχ ἕτερον λόγον ἔχει ἐγκεκολαμμένον ἢ ὅτι νενίκηκε Διαγόρας. ἴσως γὰρ τοιοῦτον ἦν τὸ ἔθος αὐτῶν, τῶν Μεγαρέων, τὸ γράφειν ἐν στήλαις τὰ τῶν νικώντων ὀνόματα.

1.233

a. ψᾶφος ἔχει λόγον: κατὰ τὰ Μέγαρα ἔθος [*]() ἐστὶ τῶν νικηφόρων τὰ ὀνόματα λίθοις ἐγκολάπτεσθαι. φησὶν οὖν ὅτι καὶ ἐν τοῖς Μεγάροις ἡ λιθίνη ψῆφος οὐχ ἑτέρου τινὸς οὕτως ἐγκεκολαμμένον φέρει τὸ ὄνομα ὡς τὸ τοῦ Διαγόρα.

b. τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει [*]() τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα.

c. ὦ Ζεῦ, νώτοισιν Ἀταβυρίου: ὁ νοῦς οὕτως [*]() ἔχει· ἀλλ᾿ ὦ Ζεῦ πάτερ τοῦ Ἀταβυρίου ὄρους βασιλεύων, ἐν τιμῇ ἔχε τὸν ὕμνον τὸν εἰς τὸν Ὀλυμπιονίκην καὶ τὸν ἄνδρα τὸν εὑρόντα καὶ τὸν κτησάμενον τὴν ἀρετὴν διὰ τῆς ἐν πυγμῇ νίκης.